Ancient Greek
Section 32
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 32
Not analysed yet
vi 19, 20 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. ἐπειδή, ὡς πολλαχοῦ (φησίν) ἐτηρήσαμεν, τὸ τῆς δικαιοσύνης ὄνομα ἀντὶ τῆς ἀρετῆς ἔσθ' ὅτε παραλαμβάνεται, λεκτέον ὅτι καὶ νῦν τοιοῦτόν ἐστι τὸ λεγόμενον ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ ἀρετῇ. καὶ παρακολουθεῖ τῷ γενικῷ τῆς ἁμαρτίας ὀνόματι τὸ γενικὸν τῆς ἀρετῆς δικαιοσύνην ἐν τούτοις ὀνομάζεσθαι. δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆσαι.