# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 33

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/33

vi 21, 22 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου τοῦτό φησιν· ἐφ' οἷς γάρ τις πρότερον ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθὼν τῶν ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸς ἂν εἴη ἄχρηστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτηδεῖος· καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατός ἐστιν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι ἐγώ εἰμι ἡ ζωή, κυριεύ<ω>ν τῶν τοιούτους καρποὺς ἐνηνοχότων. ἐν ᾧ θανάτῳ οὐκ ἐστὶν ὁ μνημονεύων θεοῦ· καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκεν τῷ θεῷ καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστιν τ<ῷ> ζῇν τῇ ἁμαρτίᾳ. ἡμέτερος καρπὸς εἰς ἁγιασμόν· οὐχ ἡμέτερος δέ, οὐδὲ κατὰ τὴν ἡμετέραν φύσιν, ὁ φέρων τῷ ἤδη συνησθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ καὶ ὁ σωτὴρ λέγων εἰ τὸ ἀλλότριον ἐπιστεύθητε καὶ οὐκ ἐγένεσθε ἄξιοι, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῇ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδουλωμένων τῷ θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν· καί φησιν ὁ τοιοῦτος τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ, τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον τὸ νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας καὶ τὰ ἑξῆς· ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ θεῷ δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιοσύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸν κατὰ συγγνώμην λόγον.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
