# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 34

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/34

vi 23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου, χαρίσματος δὲ ἐπὶ τοῦ θεοῦ· οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ θεὸς ἀλλὰ χάρισμα, οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ' ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος, ἀτελὴς γὰρ αὕτη νοεῖται ὅτε μὴ ἐν Χριστῷ Ἰησοῦ ἐστιν τῷ κυρίῳ ἡμῶν. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ' αὐτῆς δίδωσι τὸν θάνατον, καὶ οὐχ ὁ θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον, ὁ γὰρ θεὸς θάνατον οὐκ ἐποίησεν καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ τὸ ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω καὶ κύριος θανατοῖ καὶ ζωογονεῖ, ἐροῦμεν ὅτι ἀποκτέννει ὁ θεὸς τῇ ἁμαρτίᾳ ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
