Ancient Greek
Section 38
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 38
Not analysed yet
vii 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ' ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος· ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν μὴ ὑποπεσεῖν πάθεσι, κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ' ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν <ἐπὶ> πᾶν τὸ ὑφ' ἡμῶν ἐπιθυμούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται.