# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 39

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/39

vii 8—11 χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον· ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτεινεν. τότε γὰρ καὶ λέγοιτ' ἂν περὶ τοῦ τοιούτου ὅτι οὗτος ζῇ χωρὶς νόμου· ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ, ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου ὅπου, καθὼς αὐτός φησι, περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, Ἑβραῖος ἐξ Ἑβραίων· οὐ γὰρ δύναται τὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῇν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτέ, ὅτε παιδίον ἦν· <ὅτε οὐκ ἦν ἐπιτίμησις· ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται·> καὶ παντὶ ἀνθρώπῳ ἦλθέν ποτε ἡ ἐντολή· πότε δὲ ἢ ὅτε συνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προ<ς>τάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τ<ῷ> ἐλθεῖν τὴν ἐντολὴν κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία, ἤ, ὡς ὁ Παῦλος ὠνόμασεν, ἀναζῇ ἡ ἁμαρτία τέως οὖσα νεκρά· ἐπεὶ δ<ὲ> μὴ πέφυκεν ἅ<μ>α ζῇν ἁμαρτία καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀναζῇ ἡ δὲ ψυχὴ ἀποθνήσκει, κατὰ τὸ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. τὸ γὰρ ἐγὼ ἐπὶ τὴν ψυχὴν καὶ ἐπὶ τὸν ἔσω ἄνθρωπον ἀναφέρεται. <περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθόν, ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται>. μὴ νομίσῃς δὲ παραπλήσιόν τι ἔχειν τὸν θάνατον τὸν πρῶτον τῆς ἁμαρτίας τῷ δευτέρῳ ταύτης θανάτῳ· ὡς γὰρ πολλὴ διαφορὰ ὅτε νεκρὰ ἡ ἁμαρτία χωρὶς νόμου καὶ ὅτε νεκρὰ ἡ ἁμαρτία νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ γῆς <ὑ>πὸ τοῦ λόγου, οὕτως καὶ τῆ<ς> καθ' ἑκατέρα<ν> νεκρότητα τῆς ἁμαρτίας ζωῆς πολλή τις ἂν εἴη καὶ οὐ συγκριτικὴ ἡ ἑτέρα τῇ ἑτέρᾳ διαφορὰ τοῦ ζῇν· δῆλον γὰρ ὅτι ἡ νεκρὰ ἁμαρτία ζῇ ὅτε μήπω νεκροῦται τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὑπὸ τοῦ λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησε καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον, καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον, καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ θεοῦ ἐπαινετέον.>

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
