# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 45

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/45

viii 3, 4 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. μᾶλλον τὸ ἀδύνατον τοῦ νόμου τοῦ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὧδε λέγει· ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρά, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα· κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν ἀλλὰ τῶν ἐκλύτων, οὐ διὰ τὴν ἰδίαν ἰσχὺν ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν· τοῦ τοιούτου νόμου ἡ φύσις ἀδύνατός ἐστιν· διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν νόμον κατέκρινεν ὁ θεὸς πέμψας τὸν ἑαυτοῦ υἱὸν οὐκ ἐν σαρκὶ ἁμαρτίας τοιαύτης ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ' ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ υἱοῦ τοῦ θεοῦ ἀλλ' ὁμοίωμα, ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ θεὸς κατεδίκασεν τὴν ἁμαρτίαν γενομένην καθ' ὑπερβολὴν ἁμαρτωλόν, καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περιπατοῦμεν, ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενές, ὅ ἐστιν ἡ κακία· ἀλλ' ἑπόμενοι θεῷ κατὰ τὸ πνεῦμα αὐτοῦ πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι τὸν υἱὸν τοῦ θεοῦ.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
