# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 52.1

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/52.1

viii 38, 39 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν πέπεισμαι ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι τάδε τινὰ ἔταξεν ἐπὶ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον πειρασμῶν, τὸ δὲ τίς ἡμᾶς χωρίσει ἐξευτελίζων τοὺς ἀνθρωπίνους ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτ<ῶ>ν περιεσόμεθα· διὸ καλῶς ὁ Παῦλος προσέθηκεν τὸ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται τὸ ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἀλλ' ὁ ἐχθρὸς Χριστοῦ καὶ ἔσχατος καταργηθησόμενος· βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν, Παῦλον, οὐ δυνήσεται δὲ καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ· ζωὴ δὲ οὐχ <ἡ> τῷ θανάτῳ τούτῳ ἐναντία, τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταὐτὸν βούλεσθαι, ἀλλὰ ἡ καθ' ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ τῷ ψεύδει· εἰ δὲ καὶ καθ' ἕκαστον εἶδος ἁμαρτία ἔστι τις φαύλῃ ζωῇ, ἐπιστήσεις διὰ τὸ κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς· αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ, οὐ δύναται δέ, καταργουμένη πῇ μὲν ὑπὸ τοῦ θανάτου καθ' ὃν ἀποθνήσκει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμ<ῶ>ν ἥτις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ δὲ οὔτε ἀρχαὶ ἐπὶ τὸ οὐκ ἐστὶν ἡμῖν ἡ παλὴ πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰ ἑξῆς ἀναφέρεται, καὶ εἰς τὸ ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. ἑξῆς τούτ<ῳ> ἐστὶ τὰ ἐνεστῶτα· ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ οὐχὶ ἐπί τινα ἐνεστῶτα ἀνθρώπινα· ἄλλος δ' ἂν λέγοι τὰ ἐνεστῶτα ἀναφέρε<σθ>αι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο ἴδωμεν τίνα τὰ μέλλοντα καὶ ἤτοι <τὰ> πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας αὐτῷ τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, ἢ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου καί τινες ὑπ' αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῶ<ν> ἐστὶν τὸ οὔτε δυνάμεις, ὅπερ ἔοικεν εἶναι εἴδους τινὸς τῶν ἔξω θνητοῦ σώματος λογικῶν, <οὔτε ὕψωμα οὔτε βάθος>. μήποτε <οὖν> ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται ὑπὸ μὲν ὑψώματος κατὰ τὰ ἐν τοῖς ἐπουρανίοις πνευματικὰ τῆς πονηρίας, ὑπὸ δὲ βάθους κατὰ τὰ καταχθόνια· ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει. εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν ἑτέρα κτίσις τῇ φύσει μὲν βλεπομένη νῦν δὲ οὐδέπω ὁρωμένη, ζητήσεις εἰ δύναται ἐπ' ἐκείνην ἀναφέρεσθαι τὸ οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
