Ancient Greek
Section 53
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 53
Not analysed yet
xii 20, 21 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψ<α ὡς> ὑγείας ἐμποιητικὰ ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ' οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖρος ἀνάξιος τῶν ἁγίων· πολλαχῶς δὲ ἔστι πεινῶντα θρέψαι τὸν ἐχθρὸν ποτὲ <μὲν> λόγῳ διδασκαλικῷ ποτὲ <δὲ> εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός, οὐκοῦν τοῦ ἐχθροῦ, ὡς μὴ ὄντος ἀνδρὸς διὰ τὸ ἀσεβές, κεφαλὴ ὁ ἀντίχριστος, ὃν χρὴ ἐξαφαν<ίζ>εσθαι ὡς ἐναντίον τῷ θεῷ λόγῳ ἀπὸ τῶν ἀνθράκων τοῦ λογικοῦ πυρός, ὅταν ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον πεινή<σας φάγ>ῃ τὸν ἀπὸ τοῦ ἁγίου ἄρτον, καὶ <διψήσας> ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας πηγῆς ὕδατι ζῶντι· διὸ καλόν ἐστιν ἔργον σωρεῦσαι ἄνθρακας ὅ ἐστι λόγους ἐκλεκτοὺς ἐπὶ τὴ<ν> τοῦ ἐχθροῦ κεφαλή<ν>· ὃν ὁ κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπεν πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, ἀντὶ τοῦ ἀναλῶσαι καὶ ἐξαφανίσαι πάντα τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ ἀνθράκων χρεία ἵνα ἡ τοῦ ἐχθροῦ κεφαλὴ ἐξαναλωθῇ· οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι οἱ ἐξαφανίζοντες τὸ ψεῦδος· ὅταν οὖν ἀναλωθῇ ἢ χειρωθῇ ἡ κεφαλὴ ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν γίνεται ὁ ποτὲ ἐχθρὸς φίλος καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.