# Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 6

Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis), Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-epistulam-ad-romanos-i-1-xii-21-in-catenis/6

ii 7—9 τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ θυμὸς καὶ ὀργὴ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. ὀργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος· θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν· οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινά, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ' εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἂν δέ τις ἐστενοχωρήθη εἰ πεποιήκει τις αὑτῷ ἀπὸ σοφίας πλάτος καρδίας καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος πλατύνθητε καὶ ὑμεῖς. συνάγειν γὰρ εἴωθεν καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.

---

Origenes Theol., Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg036.local001/.
