Ancient Greek
Book 19, VIIII, 19. Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.1
Not analysed yet
Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἦν ὁ λέγων· »Κἀμὲ οἴδατε »πόθεν εἰμί« καὶ ὁ φάσκων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν »Κἀμὲ οἴδατε« πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας· »Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι»στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«· τὸ δὲ ὅτι »Οὔτε ἐμὲ οἴδατε« καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· »Σὺ μαρτυρεῖς περὶ »σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«.