Ancient Greek · ~1 min
Book 19, Chapter 12
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.12.71
Not analysed yet
Ἐρεῖ δέ τις πρὸς τοῦτο· εἴπερ τοῖς ἐμμένουσιν τῷ μὴ πιστεύειν ταῦτα ἔλεγεν, πῶς τοῖς τοιούτοις φησὶ τὸ »Ζητήσετέ με«; πολλαχοῦ γὰρ ἀγαθὸν τὸ ζητεῖν τὸν Ἰησοῦν, ταὐτόν πως τυγχάνον τῷ ζητεῖν λόγον καὶ ἀλήθειαν καὶ σοφίαν.