Ancient Greek · ~2 min
Book 19, Chapter 12
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.12.78
Not analysed yet
καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ’ ἡμῶν ὁ λόγος· ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ· »Ὑπάγω«, ἵνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι ἐν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα· »Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ »σοῦ«.