Ancient Greek · ~2 min
Book 19, VIIII, 23. Καὶ ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἡμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.127
Not analysed yet
(5) Καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ »τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος †»†ἐπάνω πάντων ἐστίν· ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«. εἰ τοίνυν »ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ« καὶ »ὁ ἐκ τοῦ οὐρανοῦ »ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«, ζητήσεις [τοίνυν] πότερόν ποτε ταὐτόν ἐστιν τὸ »ἐκ τῆς γῆς εἶναι« τῷ »ἐκ τῶν κάτω »εἶναι« ἢ ἕτερον.