Ancient Greek · ~2 min
Book 19, VIIII, 23. Καὶ ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἡμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.129
Not analysed yet
καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ »Ὑμεῖς ἐκ τῶν »κάτω ἐστέ« καὶ »Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ« ἢ ἕτερόν ἐστιν τὸ εἶναι ἐκ τῆς γῆς παρὰ τὸ εἶναι ἐκ τοῦ κόσμου τούτου. τὸ δ’ ὅμοιον ζητήσεις καὶ ἐν τῷ »Ἐγὼ ἐκ τῶν ἄνω εἰμί« καὶ »Ἐγὼ οὐκ »εἰμὶ ἐκ τοῦ κόσμου τούτου«. |ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.