Ancient Greek · ~2 min
19.136 to 19.137
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.136-137
Not analysed yet
φησὶ γοῦν τοῖς μαθηταῖς· ›Ἐκ τοῦ κόσμου ἦτε, κἀγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, καὶ οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου‹· εἴπερ γὰρ ἦλθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἦλθεν τοὺς κάτω καὶ πολιτογραφηθέντας ἐν τοῖς κάτω μεταστῆσαι ἐπὶ τὰ ἄνω. καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς· ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ ἔστιν ἐπὶ τὰ ἔξω σωμάτων.