Ancient Greek · ~2 min
19.14.84 to 19.14.85
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.14.84-85
Not analysed yet
Ἔτι πρὸς τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε« παραθήσεις τὸ |ἐκ τοῦ Ἰεξεκιὴλ οὕτως ἔχον· »Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη »ἀποθανεῖται«· θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ’ ἥν φησιν Ἰωάννης πρὸς θάνατον. ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ »Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ »τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ; «καὶ ἐκ τοῦ »Εἴ τινος τὸ »ἔργον κατακαήσεται, ζημιωθήσεται«.