Ancient Greek · ~2 min
Book 19, Chapter 14
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.14.87
Not analysed yet
εἰκὸς δὲ ὅτι διὰ τὰ περὶ τέλους ἡμῖν ὑπονοούμενα ἐπιστήσει τις τῷ »Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· καὶ πρὸς τοῦτο ἐρεῖ, ὅτι ἔξεστι νῦν μὲν μὴ δύνασθαι, ὕστερον δὲ δυνήσεσθαι· καὶ εἴπερ ἐστίν τις ἐνεστηκὼς αἰὼν καὶ ἄλλος μέλλων, οὗτοι πρὸς οὓς λέλεκται· »Οὐ δύνασθε »ἐλθεῖν«, κατὰ τὸν ἐνεστηκότα αἰῶνα (πολὺς δὲ ὁ λείπων εἰς τὴν συντέλειαν αὐτοῦ ἐστιν χρόνος) οὐ δύνανται ἐλθεῖν, ὅπου Ἰησοῦς, τοῦτ’ ἔστιν, ὅπου ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ὁ λόγος, τοῦτο γάρ ἐστιν ›ὅπου Ἰησοῦς‹.