Ancient Greek · ~2 min
19.14.89 to 19.14.90
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.14.89-90
Not analysed yet
Ὁ μέντοι γε Ἡρακλέων ἐκθέμενος τὴν περὶ τοῦ γαζοφυλακίου λέξιν οὐδὲν εἶπεν εἰς αὐτήν. εἰς δὲ τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς »οὐ δύνασθε ἐλθεῖν« φησί· πῶς ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ δύνανται γενέσθαι; μηδὲ ἐν τούτῳ κατακούων ἑαυτοῦ· εἰ γὰρ οἱ ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ οὐ δύνανται γενέσθαι, πῶς οἱ ἀπόστολοι ἐν ἀγνοίᾳ ποτὲ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι ἐν ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλεῖν.