Ancient Greek · ~1 min
Book 19, VIII, 24. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.151
Not analysed yet
(6) Πότε εἶπεν αὐτοῖς· »Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις »ὑμῶν«, ἢ ὅτε ἔφασκεν· »Ζητήσετέ με, καὶ ἐν ταῖς ἁμαρτίαις ὑμῶν »ἀποθανεῖσθε«; τί δὲ τὸ αἴτιον τοῦ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν ἀνθρώπους, ἢ τὸ μὴ »πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ »χριστός«; αὐτὸς γάρ φησιν· »Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, »ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.