Ancient Greek · ~2 min
19.21.141 to 19.21.142
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.21.141-142
Not analysed yet
ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ ⟨πάντων καὶ⟩ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ. καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.