Ancient Greek · ~2 min
Book 19, VIIII, 19. Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.3
Not analysed yet
καὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ »Εἰ ἐμὲ ᾔδειτε »καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«, οἱ Ἱεροσολυμῖται, πρὸς οὕς φησι· »Κἀμὲ οἴδατε« οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· »Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν »υἱόν, οὐδὲ τὸν πατέρα ἔχει«.