Ancient Greek · ~2 min
19.3.14 to 19.3.15
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.3.14-15
Not analysed yet
πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ· »Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον. καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.