Ancient Greek · ~2 min
Book 19, Chapter 4
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.4.24
Not analysed yet
ἐγνωκέτω μὲν οὖν ὁ κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ ὁ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω ὁ κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐδὲ τὸν υἱόν, καὶ ἀληθὴς ἦν ὁ λέγων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«. εἰ δὲ μὴ οὕτως ἐκλαμβάνοιμεν (λέγω δὲ κατὰ τὴν τελευταίαν ἐκδοχήν) τὸ γινώσκειν ἀντὶ τοῦ ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι, διηγείσθω τις τὸ »Νῦν δὲ γνόντες »θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ« καὶ τὸ »Ἔγνω κύριος »τοὺς ὄντας αὐτοῦ«.