Ancient Greek · ~2 min
Book 19, Chapter 5
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.5.26
Not analysed yet
V. Μετὰ ταῦτα ζητήσεις εἰς τὸ αὐτό, λέγω δὲ τὸ »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου«, εἰ ἔστιν γινώσκοντά τινα τὸν θεὸν μὴ· γινώσκειν τὸν πατέρα· εἰ γὰρ ἑτέρα αὐτοῦ ἐπίνοιά ἐστιν καθ’ ὅ ἐστιν πατήρ, καὶ ἑτέρα καθ’ ὅ ἐστιν ὁ θεός, τάχα ἔστιν τινὰ γινώσκειν μὲν τὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα παρὰ τὸ εἰδέναι αὐτὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα.