Ancient Greek · ~2 min
19.5.29 to 19.5.30
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.5.29-30
Not analysed yet
ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· »Ἄνδρες »ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ »ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ οἰκῆσαι αὐτὸν ἐν »Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς »συγγενείας σου« καὶ τὰ ἑξῆς· δι’ ὅλου γὰρ τοῦ λόγου ἀναντιρρήτως ἔστιν μαθεῖν τὸν τῶν προφητῶν θεὸν πατέρα εἶναι Χριστοῦ Ἰησοῦ·