Ancient Greek · ~2 min
19.6.33 to 19.6.34
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.6.33-34
Not analysed yet
Φαρισαῖοι τοίνυν οὐ μόνον γνῶσιν οὐκ εἶχον, οὔτε καθ’ ὃ πατὴρ οὔτε καθ’ ὃ θεός, τοῦ δεδωκότος τὸν νόμον πατρὸς τοῦ χριστοῦ· ἀλλ’ οὐδὲ ἐπίστευον αὐτῷ ὁμολογουμένως μὲν |καθ’ ὃ πατὴρ ἦν Ἰησοῦ καὶ θεὸς αὐτοῦ, τάχα δὲ 〈οὐδὲ〉 καθ’ ὃ ὁ θεὸς ὁ κτίσας τὰ πάντα ἦν. ἀλλ’ οὐδὲ τὸν χριστὸν ᾔδεισαν, καὶ καλῶς ἐλέγχει αὐτοὺς ὁ σωτὴρ λέγων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε«. ταῦτα ζητῶ, πότερον ἴσον δύναται τῷ »Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα »μου ἂν ᾔδειτε« τὸ »Εἰ τὸν πατέρα μου ᾔδειτε, καὶ ἐμὲ ἂν ᾔδειτε« ἢ οὔ;