Ancient Greek
Book 19, VIII, 21. Εἶπεν οὖν πάλιν αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.68
Not analysed yet
τίνες δέ εἰσιν οἱ γνωσόμενοι ἢ οἱ ὑψοῦντες αὐτόν; ὡς αὐτὸς διδάσκει λέγων· |»Ὅταν »ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. «οὐδεὶς δὲ αὐτὸν ὑψοῖ γάλακτι ποτιζόμενος, παρασκευάζων ἑαυτὸν εἰς παρα δοχὴν τῆς στερεᾶς τροφῆς· διόπερ τῷ τοιούτῳ λέγει· »Ἔκρινα μηδὲν »εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, πρὸς ὅν καὶ ὁ τοῦ λόγου διάκονος ἐν ἀσθενείᾳ γίνεται, ὥς φησιν ὁ Παῦλος τοῖς τοιούτοις· »Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ »πολλῷ ἐγενόμην πρὸς ὑμᾶς«.