Ancient Greek · ~2 min
20.128 to 20.129
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.128-129
Not analysed yet
(14) Ζητῶ μήποτε ἐλεγχθέντες ὡς οὐ τέκνα τοῦ Ἀβραὰμ πικρότερον ἀποκρίνονται οἱ λεγόμενοι πεπιστευκέναι αὐτῷ Ἰουδαῖοι, παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου. καὶ γὰρ πάνυ μοι φαίνεται ἄλογον ταῦτα αὐτοὺς ἀπορρῖψαι τὰ ῥήματα πρὸς ἔπος· οὔτε γὰρ πρὸς τὰ πρότερα οὔτε ἀκολούθως τοῖς ἑξῆς εἰρῆσθαι δύναται, εἰ ἁπλούστερον νοηθείη τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« τὸ εἰρημένον ὑπ’ αὐτῶν.