Ancient Greek · ~2 min
Book 20, VIII, 42. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.144
Not analysed yet
ἐπιμελῶς δὲ |τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ »Τοῦ πατρός«, ὅπερ ἐστίν, »Ὑμῶν« (γέγραπται γάρ· »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν «),ζητήσεις πότερον ἁπλούστερον εἴρηται, ἢ τῶν ἀντιγράφων ἡμαρτημένων πρόσκειται τὸ »Ὑμῶν« (οὐδὲν γὰρ ἂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο· »ὅπως γένησθε »υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς«), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ ἐν οὐρανοῖς πατρός, ἀλλὰ τοῦ ἰδίου πατρός.