Ancient Greek · ~2 min
20.15.116 to 20.15.117
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.15.116-117
Not analysed yet
Μήποτε δὲ καὶ τῷ »Ἐστίν«, εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ »Γεγεννημένος«, ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ τῶν ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν. ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ »Γεγεννημένον« τάξας ἐπ’ αὐτοῦ· ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ »Ἐκ τοῦ »διαβόλου ἐστίν«.