Ancient Greek · ~2 min
Book 20, Chapter 15
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.15.126
Not analysed yet
εἰ γὰρ τὰ τέκνα τοῦ Ἀβραὰμ ποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἣν δείκνυσιν αὐτῷ ὁ θεός, |καὶ διὰ τοῦτο οὗτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.