Ancient Greek · ~2 min
20.169 to 20.170
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.169-170
Not analysed yet
καὶ εἰ μὲν τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ« ἐξεδέχετο ὡς ἐν τοῖς ἀνωτέρω διηγησάμεθα, καὶ ἔλεγεν· διὰ τὸ ἔτι ὑμᾶς εἶναι ἐκ τοῦ διαβόλου. οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν, κἂν παρεδεξάμεθα αὐτοῦ τὴν διήγησιν. νυνὶ δὲ δῆλός ἐστιν ὁμοουσίους τινὰς τῷ διαβόλῳ λέγων ἀνθρώπους, ἑτέρας, ὡς οἴονται οἱ ἀπ’ αὐτοῦ, οὐσίας τυγχάνοντας παρ’ οὓς καλοῦσι ψυχικοὺς ἢ πνευματικούς.