Ancient Greek · ~2 min
Book 20, VIII, 44. Ὑμεῖς ἐκ τοῦ πατρὸς ποῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.172
Not analysed yet
ἀμφίβολον μὲν οὖν ἦν ἂν τὸ λεγόμενον καὶ εἰ περιῄρητο τὸ πρότερον ἄρθρον τὸ ›τοῦ‹, πλὴν μᾶλλον ἂν ἐφαίνετο σαφέστερον τὸ βούλημα τοῦ ῥητοῦ. 〈οὐ〉 μέντοι γε ὁ συναγορεύων τῷ εἶναί τινα τοῦ διαβόλου πατέρα, οὗ υἱοὺς δόξει λέγειν τοὺς πρὸς οὓς ὁ λόγος ἐστίν, χρήσεται τῷ ἐπιφερομένῳ οὕτως ἔχοντι· »Ὅταν »λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ »αὐτοῦ«, καὶ φήσει ψεῦδος μὲν εἶναι τὸν διάβολον, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν τοῦ ψεύδους πατέρα.