Ancient Greek · ~2 min
Book 20, VIII, 44. Ὑμεῖς ἐκ τοῦ πατρὸς ποῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.175
Not analysed yet
φεύγων γοῦν τις ὡς ἄτοπον τὸ φάσκειν εἶναι ψεῦδος τὸν ἀντίχριστον, ἐρεῖ καὶ πᾶσιν ἐφαρμόζειν τοῖς ψευδομένοις τὸ »Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ«· τὸ γὰρ ἐν ἑκάστῳ τῶν ψευδομένων ψεῦδος ἐπὰν λαλῇ, »ἐκ τῶν ἰδίων« τοῦ ψεύδους »λαλεῖ«· ἀλλὰ καὶ τὸ »Ψεύστης ἐστὶν ὁ πατὴρ αὐτοῦ« †ἀνενέγκει ἐπὶ τὸ ἕκαστον τὸν προφερόμενον ψεῦδος ἐκ στόματος ἑαυτοῦ πατέρα εἶναι οὗ λαλεῖ ψεύδους· καὶ οὐκ ἀπίθανός γε ἔσται ἡ τοιαύτη ἀπό δοσις. καὶ ταῦτα μὲν |ὡς παρακείμενα τῇ ἀμφιβολίᾳ τοῦ ἐκκειμένου ἡμῖν ῥητοῦ εἰρήσθω.