Ancient Greek · ~2 min
Book 20, Chapter 22
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.22.181
Not analysed yet
διόπερ ἀναγκαῖόν ἐστιν ἐφιστάνειν ἡμᾶς πᾶσιν οἷς θέλομεν ποιεῖν καὶ ἐξετάζειν μήποτε ὃ θέλομεν ποιεῖν ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν ἐστιν· ἵνα |ἐκ τοῦ τεθεωρηκέναι τὰ ἐκ τῶν τοῦ διαβόλου ἐπιθυμιῶν παυσώμεθα θέλειν ποιεῖν ἐκεῖνα, εἰδότες πάντα τὸν θέλοντα ποιεῖν τὰς τοῦ διαβόλου ἐπιθυμίας ἐκ πατρὸς μὲν οὐδαμῶς εἶναι θεοῦ, διαβόλου δὲ γεγονέναι τέκνον, καὶ ἀπὸ τοῦ ἐθέλειν ποιεῖν τὰς ἐπιθυμίας τοῦ χείρονος μορφούμενον καὶ κατ’ εἰκόνα γινόμενον τοῦ πονηροῦ πατρός, ἀφ’ οὗ ἔρχονται καὶ τυποῦνται αἱ ἐκείνου τοῦ χοϊκοῦ εἰκόνες.