Ancient Greek · ~2 min
Book 20, VIII, 44. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.223
Not analysed yet
ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον· »Περὶ τῶν νεκρῶν, †οὐκ ἀνέγνωτε »ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ »ὁ θεὸς λέγων· Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς »Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.