Ancient Greek · ~2 min
Book 20, VIII, 44. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.225
Not analysed yet
ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰργάσατο ἀρξάμενος ἀπ’ ἀρχῆς, δι’ ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ »Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ »θανάτου τούτου«; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ »Εἰς χοῦν »θανάτου κατήγαγές με«· καὶ τὸ Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ »κακώσεως«· καὶ τὸ »Σῶμα τῆς ταπεινώσεως ἡμῶν«.