Ancient Greek · ~2 min
Book 20, Chapter 23
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.23.194
Not analysed yet
ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ καὶ οἷς θέλομεν. αὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ τοῦτο μετὰ τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« εἴρηται τὸ »Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« ,ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρῆματιοῦμεν διαβόλου υἱοί.