Ancient Greek · ~2 min
20.256 to 20.257
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.256-257
Not analysed yet
(23) Προλαβόντες μὲν εἰς τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ« ἐμνημονεύσαμεν τοῦ ῥητοῦ καὶ τὰ ὑποπεσόντα ἡμῖν εἰς αὐτὸ εἰρήκαμεν, ζητοῦντες τί τὸ ψεῦδος καὶ τὸν πατέρα αὐτοῦ· συνεξεταζέσθω δὲ καὶ τὰ λεχθησόμενα νῦν ἐκείνοις. πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν· τούτων δὲ ὁ ψεύστης πατήρ, ὁ διάβολος, ἐστίν·