Ancient Greek · ~2 min
Book 20, Chapter 3
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.3.12
Not analysed yet
ἦσαν δὲ σπέρμα οἱ τρεῖς δικαίων μέν, ὡς ζητουμένων ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν ἀριθμητέον αὐτόν, τοῦ Σήθ, ὃν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ· καὶ τοῦ Ἐνώς, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ«· καὶ τοῦ Ἑνώχ, »ὃς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, »ἔτη διακόσια«· καὶ τοῦ Νῶε, περὶ οὗ εἴρηται ὅτι »Ἄνθρωπος »δίκαιος, τέλειος ἐν τῇ γενεᾷ |αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε«· καὶ τοῦ Σήμ, οὗ »κύριος ὁ θεὸς« πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὅπερ σαφές ἐστιν ἐκ τοῦ »Εὐλογητὸς κύριος »ὁ θεὸς τοῦ Σήμ«·