Ancient Greek · ~2 min
Book 20, VIIII, 49f. Ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.322
Not analysed yet
(29) Εἰ τὸ πεφυτευμένον ξύλον »παρὰ τὰς διεξόδους »τῶν ὑδάτων« τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι »ἐν »καιρῷ αὐτοὺ« καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι »ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς«, καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν αὐτῶν ἀπορρεῖν;