Ancient Greek · ~2 min
Book 20, VIII, 51. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.363
Not analysed yet
(31) Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ †ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή«, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται· »Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος«.