Ancient Greek · ~5 min
20.365 to 20.369
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.365-369
Not analysed yet
τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς |οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως; Μωσῆς δέ, τουτέστιν ὁ νόμος, ἦν μέχρι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐπιδημίας, καὶ ἐβασίλευσέν γε ἐν ἑνὸς παραπτώματι διὰ τοῦ ἑνός, ἕως οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ. τοῦτον οὖν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὁ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας, πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον. οὕτω δὲ ἀκουστέον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς· ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. ἀδύνατον γὰρ γενέσθαι σκότος τῷ τηροῦντι τὸ φῶς· εἰ μέντοι γε ἀπολέσαι τις τοῦτο τὸ φῶς, ἕπεται τῷ ἀπολωλεκότι εὐθέως ἰδεῖν τὸ σκότος. οὕτω τοίνυν καὶ ἐν τῷ λόγῳ ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.