Ancient Greek · ~2 min
Book 20, Chapter 38
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.38.350
Not analysed yet
(30) Μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ »Ἐγὼ δὲ οὐ »ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων«. ζητεῖ ὁ θεός, δοὺς ἡμῖν τὸν υἱὸν ἑαυτοῦ, ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ’ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ· »Διὰ »ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«.