Ancient Greek · ~2 min
20.42.399 to 20.42.400
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.42.399-400
Not analysed yet
καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν. ὁμοίως τοίνυν ψεῦδος τῷ· »Νῦν ἐγνώ|καμεν ὅτι δαιμόνιον ἔχεις« τὸ »Ἀβραὰμ »ἀπέθανεν καὶ οἱ προφῆται« εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφῆται«.