Ancient Greek · ~1 min
20.43.411 to 20.43.412
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.43.411-412
Not analysed yet
καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται· »Ὁ »δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ«, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ »Ἀμὴν λέγω ὑμῖν· »εἰσίν τινες τῶν ὧδε ἑστώτων«. ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.