Ancient Greek · ~1 min
20.5.33 to 20.5.34
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.5.33-34
Not analysed yet
ὡς δέ εἰσίν τινες σπέρμα τοῦ Ἀβραάμ, οὕτως ἄλλοι, ὡς ὁ Δανιήλ φησι, »Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα«, καὶ ἄλλοι, ὡς ἡ σοφία 〈φησίν· 〉»Σπέρμα κατηραμένον ἀπ’ ἀρχῆς«. καὶ εἰς ταῦτα δὲ φήσομεν ὅτι ὥσπερ κατὰ τὰ σωματικὰ ἀπὸ πολλῶν σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ’ ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων.