# Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.53

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), Book 20, VIII, 38. Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis-lib-19-20-28-32/20.53

καὶ τούτῳ δ’ ἄν τις ἀντιλέγοι φάσκων ὅτι τὸ μὲν »Πᾶς ὁ ἀκούσας »παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ« ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ’ αὐτοῦ· τὸ δὲ » Καὶ ὑμεῖς οὖν ἃ ἠκούἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« ἀπαγγελλόμενον πρὸς τοὺς ξητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ Ἰουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ » Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, παρίστησιν τὸ μηδέπω | τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα· πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ ταὐτὸν εἶναι φάσκων τὸ »Πᾶς ὁ »ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών« τῷ » Καὶ ὑμεῖς οὖν ἃ »ἠκούσατε παρὰ τοῦ πατρός«· ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα· οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.

---

Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32), ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg079.local001/.
