Ancient Greek · ~2 min
Book 20, VIII, 39. Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.63
Not analysed yet
ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται· »καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν ⟨ἢ⟩ παρὰ τοῦ πατρὸς ἡμῶν‹, ἀλλὰ »παρὰ τοῦ πατρός«, ὅστις κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ με|μορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ· ἢ ἀδιορίστως εἰρημένον τὸ »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς« δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ›ἀπὸ τοῦ πατρός μου‹, καὶ τοῦτο ἔσται σαφὲς ἐκ τοῦ »Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου τῷ »παρὰ τῷ πατρί μου«.