Ancient Greek
Book 20, VIII, 39. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.69
Not analysed yet
καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους· καὶ ὡς καταφρονήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνομένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ καταρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· »Ἐπορεύθη«, ὡς εἴρηται περὶ Ἀβραάμ· »Καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ »κύριος«· οἶμαι δὲ ὅτι ἐν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἕψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ »Καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ«), καὶ ἐπανελθόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ, οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν.